The Battle Part 2

Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,

ἥλατο δ’ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.

Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,

χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ

ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.

Λειχοπίνακα δ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,*

ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Πρασσεῖος δ’ ἐσιδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.

Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειῶτος*

καὶ βάλε Πρασσεῖον μήπως γαίης ἐπιβάντα,*

πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀϊδόσδε βεβήκει.
Κραμβοβάτης δ’ ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτὸν,
καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃ

κείμενον ἐν πέδίῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν
τύψε δέ μιν μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω

ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα

ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.

Σιτοφάγος* δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο

ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.*