The Battle

καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες

δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ

Ζὲυς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

*πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ 

ἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·

κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισεν ἐθείρας.*

Τρωγλοδύτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνος,

πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα
εἷλε μέλας θάνατος, ψυχὴ δ’ ἐκ σώματος ἔπτη.

Σευτλαῖον δ’ ἄρ’ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,*

Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξυσχοίνῳ

Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος, ἤριπε δ’ εὐθύς.

οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον·* ὡς δ’ ἐνόησε

Κοστοφάγον* φεύγοντα, βαθείαις ἔμπεσεν ὄχθαις,

ἀλλ’ οὐδ’ ὣς ἀπέληγεν ἐν ὕδασιν·* ἤλασε δ’ αὐτόν·

κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη

πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη,*

Τυροφάγον δ’ αὐτῇσιν ἐπ’ ὄχθαις ἐξενάριξεν.

Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,

ἥλατο δ’ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.

Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,

χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ

ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.

Λειχοπίνακα δ’ ἔπεφνεν ἀμύμονα Βορβοροκοίτης,*

ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Πρασσεῖος δ’ ἐσιδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.

Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειῶτος*

καὶ βάλε Πρασσεῖον μήπως γαίης ἐπιβάντα,*

πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀϊδόσδε βεβήκει.
Κραμβοβάτης δ’ ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτὸν,
καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃ

κείμενον ἐν πέδίῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν
τύψε δέ μιν μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω

ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα

ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.

Σιτοφάγος* δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο

ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.*

Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς πόδα ἄκρον·*

σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·

Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,

ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον·

οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·

οὐδ’ ἔβαλε Τροφάλειον ἀμύμονα καὶ Τετράχυτρον*

δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,

ὅς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον.
ὥρμησαν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν
ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης.*

Ἦν δέ τις ἐν μυσὶν Μεριδάρπαξ, ἔξοχος ἄλλων,

Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·

οἴκαδ’ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ ἐκέλευεν·*

οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·

ἀγχοῦ δ’ ἑστήκει μενεαίνων ἶφι μάχεσθαι

καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας

φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·
οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·
καί νύ κεν ἐξετέλεσσεν, ἐπεὶ μέγα οἱ σθένος ἦεν
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.