Preparation for War: Nibble-Bread Speaks

ὡς δ’ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας·

καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευον ὑπ’ ὄρθρον

κηρύσσειν ἀγορήν ἐς δώματα Τρωξάρταο,

πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην

ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδε παρ’ ὄχθαις

ἦν ἤδη, τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.

ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστη

Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·

“ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα

ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.

εἰμὶ δ’ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.

καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα

ἔχθιστη γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.

τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον ἦξαν

καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες.

ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.*

ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,

τοῦτον ἀπέπνιξεν βάτραχος κακὸς ἐς βυθὸν ἄξας.

ἀλλ’ ἄγεθ’ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’ αὐτοὺς.”*