Preparation for War

*ὥς εἰπὼν ἀπέπνευσεν ἐφ’ ὕδατι· τὸν δὲ κατεῖδεν

Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν·

δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.

ὡς δ’ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας·

καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευον ὑπ’ ὄρθρον

κηρύσσειν ἀγορήν ἐς δώματα Τρωξάρταο,

πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην

ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδε παρ’ ὄχθαις

ἦν ἤδη, τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.

ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστη

Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·

“ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα

ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.

εἰμὶ δ’ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.

καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα

ἔχθιστη γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.

τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον ἦξαν

καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες.

ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.*

ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,

τοῦτον ἀπέπνιξεν βάτραχος κακὸς ἐς βυθὸν ἄξας.

ἀλλ’ ἄγεθ’ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’ αὐτοὺς.”*

ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.

καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·*

κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἶς δύο μηρούς,

ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ ἀσκήσαντες,

οὕς αὐτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν.

θώρηκας δ’ εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν,

οὓς δείραντες ἐπισταμένως ἐποίησαν.

ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη

εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος·

ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.

οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δ’ ἐνόησαν

βάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον

ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.

σκεπτομένων δ’ αὐτῶν στάσις ἢ τίς ὁ θρύλλος,

κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,

Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,

ἀγγέλλων πολέμοιο κακὴν φάτιν εἶπέ τε τοῖα·

“ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες

εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.

εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα, ὅν περ ἔπεφνεν

ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε"

ὥς εἰπὼν ἀπέφηνε λόγος δ’ εἰς οὔατα πάντων

εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων·

μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·

“ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον

ὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,

νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι

νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν

ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.

νῦν γὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

σώματα κοσμήσαντες ἔνοπλοι* στῶμεν ἅπαντες

ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·

ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι,

δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,

ἐς λίμνην αὐτοὺς σὺν ἐκείνῳ* εὐθὺ βάλωμεν.

οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους

στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.”

ὥς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας.

φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,

θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,* 

φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν

ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,

καὶ κόρυθες* κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.

φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθαις ὑψηλῇσι

σείοντες λόγχας, θυμοῦ δ’ ἔμπληντο ἕκαστος