Intro and Puff-Jaw’s Speech

μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,

πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,*

ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε

λιμνόχαρις* πολύφημος,* ἔπος δ’ ἐφθέγξατο τοῖον·

"ξεῖνε, τίς εἶ; πόθεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φύσας;

πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.

εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω·

δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά

εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος , ὃς κατὰ λίμνην

τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο , Ὑδρομεδούσῃ

μιχθεὶς ἐν φιλότητι παρ’ ὄχθαις * Ἠριδανοῖο .

καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,

σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν

ἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.”*