Divine Intervention and Conclusion

καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,

κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·

“ὤ πόποι, μέγα ἔργον ἐν ὀφθαλμοῖσιν ὁρῶμαι·*

οὐ μ’ ὀλίγον πλήσσει Μεριδάρπαξ ὃς κατὰ λίμνην
ἁρπάζειν βατράχους ἐπαπειλῶν·* ἀλλὰ τάχιστα

Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα,

οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.”
ὥς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·

“οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος 

ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον

κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,

ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα

καὶ μέγαν Ἐγκελαδόν τε καὶ ἄγρια φῦλα Γιγάντων.”

ὥς ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν

πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.
αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον
ἧκ´ ἐπιδινήσας, ὁ δ´ἄρ´ἔπτατο χειρὸς ἄνακτος.*
πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε·

ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλ’ ἔτι μᾶλλον

ἵετο πορθήσειν βατράχων γένος αἰχμητάων,

εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.*

ἦλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχῆλαι,

λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,

ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
βλαισοί, χειροτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
ὀκτάποδες, δικάρηνοι,* ἀτειρέες,* οἱ δὲ καλεῦνται*
καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον

ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι.

τοὺς καὶ ὑπέδεισαν πάντες μύες οὐδ’ ἔτ’ ἔμειναν,
ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ’ ἥλιος ἤδη,
καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.