Council of the Gods

Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,

καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,

πολλοὺς καὶ μεγάλους ἠδ’ ἔγχεα μακρὰ φέροντας,

οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,

ἡδὺ γελῶν ἐρέεινε, τίνες βατράχοισιν ἀρωγοὶ

ἢ μυσὶν ἀθανάτων· καὶ Ἀθηναίην προσέειπεν·

“ὦ θύγατερ, μυσὶν ἆρ’ ἐπαλεξήσουσα πορεύσῃ;

καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες

κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.”

ὥς ἄρ’ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·

“ὦ πάτερ, οὐκ ἄν πώ ποτ’ ἐγὼ μυσὶ τειρομένοισιν

ἐλθοίμην ἐπαρωγὸς, ἐπεὶ κακὰ πολλὰ μ’ ἔοργαν

στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ ἐλαίου.

τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν·

πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα
ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,
τρώγλας ἐμποίησαν· ὁ δ’ ἠπητής μοι ἐπέστη

καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν·

χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.
ἀλλ’ οὐδ’ ὣς βατράχοισιν ἀρηγέμεν οὐκ ἐθελήσω.
εἰσὶ γὰρ οὐδ’ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην
ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,

ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες

οὐδ’ ὀλίγον καταμῦσαι· ἐγὼ δ’ ἄϋπνος κατεκείμην
τὴν κεφαλὴν ἀλγοῦσα, ἕως ἐβόησεν ἀλέκτωρ.
ἀλλ’ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,

μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·

εἰσι γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι·

πάντες δ’ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.”
ὥς ἄρ’ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντ’ ἄλλοι.
πάντες δ’ αὖτ’ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.