A Fateful Meeting

μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,

πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,*

ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε

λιμνόχαρις* πολύφημος,* ἔπος δ’ ἐφθέγξατο τοῖον·

"ξεῖνε, τίς εἶ; πόθεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φύσας;

πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.

εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω·

δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά

εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος , ὃς κατὰ λίμνην

τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο Ὑδρομεδούσῃ

μιχθεὶς ἐν φιλότητι παρ’ ὄχθαις * Ἠριδανοῖο .

καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,

σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν

ἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.”*

τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·

"τίπτε* γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν

ἀνθρώποις τε θεοῖς καὶ οὐρανίοις πετεηνοῖς.

Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος

Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ

Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.

γείνατο δ’ ἐν καλύβῃ* με καὶ ἐξεθρέψατο βρωτοῖς,

σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.

πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;

σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε

ὅσσα παρ’ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει

ἄρτος τρισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο,

οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,

οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,

οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,

οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,

οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,

κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.

******

οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,

οὐ πράσοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις

ταῦτα γὰρ ὑμέτερ’ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.”

πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·

"ξεῖνε, λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν

πολλὰ μάλ’ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ ἰδέσθαι.

ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,

σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,

στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.

εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·

βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ ὀλίσθῃς,*

ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.”

ὥς ἄρ’ ἔφη καὶ νῶτ’ ἐδίδου· ὁ δὲ βαῖνε τάχιστα

χεῖρας ἔχων τρυφεροῖο κατ’ αὐχένος ἅμματι κούφῳ.

καὶ τὸ πρῶτον ἔχαιρεν ὅτ’ ἔβλεπε γείτονας ὅρμους,

νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ’ ὅτε δή ῥα

κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων

ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε χαίτας,

καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ

πάλλετ’ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθ’ ἱκέσθαι·

δεινὰ δ’ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ

οὐρὴν μὲν πρῶτ’ ἔπλασ’ ἐφ’ ὓδασιν ἠΰτε κώπην*

σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι

ὓδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ ἐβώστρει.

οὐχ οὕτω* νώτοισιν ἐβάστασε φόρτον ἔρωτος

ταῦρος ὅτ’ Εὐρώπην διὰ κύματος ἦγ’ ἐπὶ Κρήτην

ὡς μῦν ὑψώσας ἐπινώτιον ἦγεν ἐς οἶκον

βάτραχος ἁπλώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.

ὕδρος δ’ ἐξαίφνης ἀνεφαίνετο, πικρὸν ὅραμα

ἀμφοτέροις· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.

τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας

οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.

δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.

κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφ’ ὕδωρ,

καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.*

πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτε

λακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι.

δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·

ὕδατι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·

“οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,

ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.

οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα, κάκιστε,

παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας

εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα."