The Proem

Ἀρχόμενος πρώτης σελίδος* χορὸν ἐξ Ἑλικῶνος

ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,

ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,

δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,

εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βάλεσθαι

πῶς μῦες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,*

γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,

ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.