Divine Intervention: Zeus & Ares

καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,

κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·

ὤ πόποι, μέγα ἔργον ἐν ὀφθαλμοῖσιν ὁρῶμαι·*

οὐ μ’ ὀλίγον πλήσσει Μεριδάρπαξ ὃς κατὰ λίμνην*
ἁρπάζειν βατράχους ἐπαπειλῶν· ἀλλὰ τάχιστα

Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα,

οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.”
ὥς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·

“οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος 

ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον

κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,

ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα

καὶ μέγαν Ἐγκελαδόν τε καὶ ἄγρια φῦλα Γιγάντων.”