Step-in-Pot & Puff-Jaw + Arming 2

σκεπτομένων δ’ αὐτῶν στάσις ἢ τίς ὁ θρύλλος,

κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,

Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,

ἀγγέλλων πολέμοιο κακὴν φάτιν εἶπέ τε τοῖα·

“ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες

εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.

εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα, ὅν περ ἔπεφνεν

ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε"

ὥς εἰπὼν ἀπέφηνε λόγος δ’ εἰς οὔατα πάντων

εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων·

μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·

“ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον

ὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,

νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι

νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν

ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.

νῦν γὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

σώματα κοσμήσαντες ἔνοπλοι* στῶμεν ἅπαντες

ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·

ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι,

δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,

ἐς λίμνην αὐτοὺς σὺν ἐκείνῳ* εὐθὺ βάλωμεν.

οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους

στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.”

ὥς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας.

φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,

θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,* 

φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν

ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,

καὶ κόρυθες* κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.

φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθαις ὑψηλῇσι

σείοντες λόγχας, θυμοῦ δ’ ἔμπληντο ἕκαστος