Crumb-Snatcher’s Curse

“οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,

ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.

οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα, κάκιστε,

παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας

εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα."*

ὥς εἰπὼν ἀπέπνευσεν ἐφ’ ὕδατι· τὸν δὲ κατεῖδεν

Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν·

δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.